Universo da obra
Universo da obra
Canto I 1.1 ἄνδρα μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ
1.2 πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν·
1.3 πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
1.4 πολλὰ δʼ ὅ γʼ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,
1.5 ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.
1.6 ἀλλʼ οὐδʼ ὣς ἑτάρους ἐρρύσατο, ἱέμενός περ·
1.7 αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο,
1.8 νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο
1.9 ἤσθιον· αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.
1.10 τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.
1.11 ἔνθʼ ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν
ὄλεθρον,
1.12 οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν·
1.13 τὸν δʼ οἶον νόστου κεχρημένον ἠδὲ γυναικὸς
1.14 νύμφη πότνιʼ ἔρυκε Καλυψὼ δῖα θεάων
1.15 ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι.
1.16 ἀλλʼ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν,
1.17 τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι
1.18 εἰς Ἰθάκην, οὐδʼ ἔνθα πεφυγμένος ἦεν ἀέθλων
1.19 καὶ μετὰ οἷσι φίλοισι. θεοὶ δʼ ἐλέαιρον ἅπαντες
1.20 νόσφι Ποσειδάωνος· ὁ δʼ ἀσπερχὲς μενέαινεν
1.21 ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.
1.22 ἀλλʼ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθʼ ἐόντας,
1.23 Αἰθίοπας τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,
1.24 οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δʼ ἀνιόντος,
1.25 ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.
1.26 ἔνθʼ ὅ γʼ ἐτέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλοι
1.27 Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν.
1.28 τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
1.29 μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο,
1.30 τόν ῥʼ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκτανʼ Ὀρέστης·
1.31 τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεʼ ἀθανάτοισι μετηύδα·
1.32 ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται·
1.33 ἐξ ἡμέων γάρ φασι κάκʼ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ
1.34 σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν,
1.35 ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο
1.36 γῆμʼ ἄλοχον μνηστήν, τὸν δʼ ἔκτανε νοστήσαντα,
1.37 εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,
1.38 Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργεϊφόντην,
1.39 μήτʼ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν·
1.40 ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,
1.41 ὁππότʼ ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης.
1.42 ὣς ἔφαθʼ Ἑρμείας, ἀλλʼ οὐ φρένας Αἰγίσθοιο
1.43 πεῖθʼ ἀγαθὰ φρονέων· νῦν δʼ ἁθρόα πάντʼ ἀπέτισεν.
1.44 τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·
1.45 ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
1.46 καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ·
1.47 ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτά γε ῥέζοι·
1.48 ἀλλά μοι ἀμφʼ Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ,
1.49 δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει
1.50 νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τʼ ὀμφαλός ἐστι θαλάσσης.
1.51 νῆσος δενδρήεσσα, θεὰ δʼ ἐν δώματα ναίει,
1.52 Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης
1.53 πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς
1.54 μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν.
1.55 τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,
1.56 αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιν
1.57 θέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς,
1.58 ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι
1.59 ἧς γαίης, θανέειν ἱμείρεται. οὐδέ νυ σοί περ
1.60 ἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε. οὔ νύ τʼ Ὀδυσσεὺς
1.61 Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων
1.62 Τροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;
1.63 τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
1.64 τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
1.65 πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
1.66 ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δʼ ἱρὰ θεοῖσιν
1.67 ἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
1.68 ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰεὶ
1.69 Κύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν,
1.70 ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστον
1.71 πᾶσιν Κυκλώπεσσι· Θόωσα δέ μιν τέκε νύμφη,
1.72 Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος,
1.73 ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα.
1.74 ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων
1.75 οὔ τι κατακτείνει, πλάζει δʼ ἀπὸ πατρίδος αἴης.
1.76 ἀλλʼ ἄγεθʼ, ἡμεῖς οἵδε περιφραζώμεθα πάντες
1.77 νόστον, ὅπως ἔλθῃσι· Ποσειδάων δὲ μεθήσει
1.78 ὃν χόλον· οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντων
1.79 ἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος.
1.80 τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·
1.81 ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
1.82 εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν,
1.83 νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
1.84 Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντην
1.85 νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα
1.86 νύμφῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,
1.87 νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται·
1.88 αὐτὰρ ἐγὼν Ἰθάκηνδʼ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν
1.89 μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω,
1.90 εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς
1.91 πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ
1.92 μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.
1.93 πέμψω δʼ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
1.94 νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,
1.95 ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.
1.96 ὣς εἰποῦσʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
1.97 ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν
1.98 ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·
1.99 εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ,
1.100 βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
1.101 ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
1.102 βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀίξασα,
1.103 στῆ δʼ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος,
1.104 οὐδοῦ ἐπʼ αὐλείου· παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,
1.105 εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ.
1.106 εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα
1.107 πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον
1.108 ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί·
1.109 κήρυκες δʼ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες
1.110 οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,
1.111 οἱ δʼ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας
1.112 νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.
1.113 τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής,
1.114 ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ,
1.115 ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν
1.116 μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,
1.117 τιμὴν δʼ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι.
1.118 τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην.
1.119 βῆ δʼ ἰθὺς προθύροιο, νεμεσσήθη δʼ ἐνὶ θυμῷ
1.120 ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς
1.121 χεῖρʼ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,
1.122 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
1.123 χαῖρε, ξεῖνε, παρʼ ἄμμι φιλήσεαι· αὐτὰρ
ἔπειτα
1.124 δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.
1.125 ὣς εἰπὼν ἡγεῖθʼ, ἡ δʼ ἕσπετο Παλλὰς Ἀθήνη.
1.126 οἱ δʼ ὅτε δή ῥʼ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο,
1.127 ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρὴν
1.128 δουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλα
1.129 ἔγχεʼ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,
1.130 αὐτὴν δʼ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας,
1.131 καλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
1.132 πὰρ δʼ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων
1.133 μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ
1.134 δείπνῳ ἁδήσειεν, ὑπερφιάλοισι μετελθών,
1.135 ἠδʼ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.
1.136 χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
1.137 καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
1.138 νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
1.139 σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
1.140 εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·
1.141 δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
1.142 παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα·
1.143 κῆρυξ δʼ αὐτοῖσιν θάμʼ ἐπῴχετο οἰνοχοεύων.
1.144 ἐς δʼ ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα
1.145 ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε,
1.146 τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
1.147 σῖτον δὲ δμῳαὶ παρενήνεον ἐν κανέοισιν,
1.148 κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.
1.149 οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
1.150 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο
1.151 μνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει,
1.152 μολπή τʼ ὀρχηστύς τε· τὰ γάρ τʼ ἀναθήματα δαιτός·
1.153 κῆρυξ δʼ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκεν
1.154 Φημίῳ, ὅς ῥʼ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.
1.155 ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.
1.156 αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην,
1.157 ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
1.158 ξεῖνε φίλʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
1.159 τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή,
1.160 ῥεῖʼ, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,
1.161 ἀνέρος, οὗ δή που λεύκʼ ὀστέα πύθεται ὄμβρῳ
1.162 κείμενʼ ἐπʼ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.
1.163 εἰ κεῖνόν γʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,
1.164 πάντες κʼ ἀρησαίατʼ ἐλαφρότεροι πόδας εἶναι
1.165 ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.
1.166 νῦν δʼ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖν
1.167 θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων
1.168 φῇσιν ἐλεύσεσθαι· τοῦ δʼ ὤλετο νόστιμον ἦμαρ.
1.169 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
1.170 τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
1.171 ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται
1.172 ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
1.173 οὐ μὲν γάρ τί σε πεζὸν ὀίομαι ἐνθάδʼ ἱκέσθαι.
1.174 καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,
1.175 ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιός ἐσσι
1.176 ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ
1.177 ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.
1.178 τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
1.179 τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.
1.180 Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι
1.181 υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.
1.182 νῦν δʼ ὧδε ξὺν νηὶ κατήλυθον ἠδʼ ἑτάροισιν
1.183 πλέων ἐπὶ οἴνοπα πόντον ἐπʼ ἀλλοθρόους ἀνθρώπους,
1.184 ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δʼ αἴθωνα σίδηρον.
1.185 νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος,
1.186 ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι.
1.187 ξεῖνοι δʼ ἀλλήλων πατρώιοι εὐχόμεθʼ εἶναι
1.188 ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντʼ εἴρηαι ἐπελθὼν
1.189 Λαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε
1.190 ἔρχεσθʼ, ἀλλʼ ἀπάνευθεν ἐπʼ ἀγροῦ πήματα πάσχειν
1.191 γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε
1.192 παρτιθεῖ, εὖτʼ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν
1.193 ἑρπύζοντʼ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο.
1.194 νῦν δʼ ἦλθον· δὴ γάρ μιν ἔφαντʼ ἐπιδήμιον εἶναι,
1.195 σὸν πατέρʼ· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.
1.196 οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς,
1.197 ἀλλʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ
1.198 νήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν
1.199 ἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσʼ ἀέκοντα.
1.200 αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ
1.201 ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω,
1.202 οὔτε τι μάντις ἐὼν οὔτʼ οἰωνῶν σάφα εἰδώς.
1.203 οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης
1.204 ἔσσεται, οὐδʼ εἴ πέρ τε σιδήρεα δέσματʼ ἔχῃσιν·
1.205 φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.
1.206 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
1.207 εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος.
1.208 αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας
1.209 κείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθʼ ἀλλήλοισιν,
1.210 πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι
1.211 Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν·
1.212 ἐκ τοῦ δʼ οὔτʼ Ὀδυσῆα ἐγὼν ἴδον οὔτʼ ἔμʼ ἐκεῖνος.
1.213 τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
1.214 τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
1.215 μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἐγώ γε
1.216 οὐκ οἶδʼ· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.
1.217 ὡς δὴ ἐγώ γʼ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς
1.218 ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε.
1.219 νῦν δʼ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων,
1.220 τοῦ μʼ ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτʼ ἐρεείνεις.
1.221 τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
1.222 οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσω
1.223 θῆκαν, ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια.
1.224 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
1.225 τίς δαίς, τίς δὲ ὅμιλος ὅδʼ ἔπλετο; τίπτε δέ σε χρεώ;
1.226 εἰλαπίνη ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γʼ ἐστίν·
1.227 ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι
1.228 δαίνυσθαι κατὰ δῶμα. νεμεσσήσαιτό κεν ἀνὴρ
1.229 αἴσχεα πόλλʼ ὁρόων, ὅς τις πινυτός γε μετέλθοι.
1.230 τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
1.231 ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,
1.232 μέλλεν μέν ποτε οἶκος ὅδʼ ἀφνειὸς καὶ ἀμύμων
1.233 ἔμμεναι, ὄφρʼ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν·
1.234 νῦν δʼ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες,
1.235 οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων
1.236 ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδʼ ἀκαχοίμην,
1.237 εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,
1.238 ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.
1.239 τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
1.240 ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω.
1.241 νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο·
1.242 οἴχετʼ ἄιστος ἄπυστος, ἐμοὶ δʼ ὀδύνας τε γόους τε
1.243 κάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω
1.244 οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδεʼ ἔτευξαν.
1.245 ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
1.246 Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
1.247 ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,
1.248 τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
1.249 ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
1.250 ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες
1.251 οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
1.252 τὸν δʼ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη·
1.253 ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος
1.254 δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.
1.255 εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι
1.256 σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,
1.257 τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτʼ ἐνόησα
1.258 οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,
1.259 ἐξ Ἐφύρης ἀνιόντα παρʼ Ἴλου Μερμερίδαο—
1.260 ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς
1.261 φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη
1.262 ἰοὺς χρίεσθαι χαλκήρεας· ἀλλʼ ὁ μὲν οὔ οἱ
1.263 δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας,
1.264 ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αἰνῶς—
1.265 τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
1.266 πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
1.267 ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
1.268 ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,
1.269 οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγα,
1.270 ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.
1.271 εἰ δʼ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων·
1.272 αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς
1.273 μῦθον πέφραδε πᾶσι, θεοὶ δʼ ἐπὶ μάρτυροι ἔστων.
1.274 μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,
1.275 μητέρα δʼ, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,
1.276 ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο·
1.277 οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
1.278 πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
1.279 σοὶ δʼ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι·
1.280 νῆʼ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη,
1.281 ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
1.282 ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς
1.283 ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.
1.284 πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον,
1.285 κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον·
1.286 ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.
1.287 εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,
1.288 ἦ τʼ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν·
1.289 εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδʼ ἔτʼ ἐόντος,
1.290 νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν
1.291 σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι
1.292 πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.
1.293 αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς,
1.294 φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
1.295 ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
1.296 κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν· οὐδέ τί σε χρὴ
1.297 νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσι.
1.298 ἢ οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης
1.299 πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα,
1.300 Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;
1.301 καὶ σύ, φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,
1.302 ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
1.303 αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη
1.304 ἠδʼ ἑτάρους, οἵ πού με μάλʼ ἀσχαλόωσι μένοντες·
1.305 σοὶ δʼ αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων.
1.306 τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
1.307 ξεῖνʼ, ἦ τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις,
1.308 ὥς τε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.
1.309 ἀλλʼ ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο,
1.310 ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ,
1.311 δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ,
1.312 τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται
1.313 ἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.
1.314 τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·
1.315 μή μʼ ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο.
1.316 δῶρον δʼ ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγῃ,
1.317 αὖτις ἀνερχομένῳ δόμεναι οἶκόνδε φέρεσθαι,
1.318 καὶ μάλα καλὸν ἑλών· σοὶ δʼ ἄξιον ἔσται ἀμοιβῆς.
1.319 ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,
1.320 ὄρνις δʼ ὣς ἀνόπαια διέπτατο· τῷ δʼ ἐνὶ θυμῷ
1.321 θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸς
1.322 μᾶλλον ἔτʼ ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσας
1.323 θάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι.
1.324 αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.
1.325 τοῖσι δʼ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ
1.326 ἥατʼ ἀκούοντες· ὁ δʼ Ἀχαιῶν νόστον ἄειδε
1.327 λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.
1.328 τοῦ δʼ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν
1.329 κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια·
1.330 κλίμακα δʼ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,
1.331 οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
1.332 ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
1.333 στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
1.334 ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
1.335 ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
1.336 δακρύσασα δʼ ἔπειτα προσηύδα θεῖον ἀοιδόν·
1.337 Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια
οἶδας,
1.338 ἔργʼ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί·
1.339 τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ
1.340 οἶνον πινόντων· ταύτης δʼ ἀποπαύεʼ ἀοιδῆς
1.341 λυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ
1.342 τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.
1.343 τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί,
1.344 ἀνδρός, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
1.345 τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
1.346 μῆτερ ἐμή, τί τʼ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν
1.347 τέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύ τʼ ἀοιδοὶ
1.348 αἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν
1.349 ἀνδράσιν ἀλφηστῇσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ.
1.350 τούτῳ δʼ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν·
1.351 τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσʼ ἄνθρωποι,
1.352 ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.
1.353 σοὶ δʼ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν·
1.354 οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ
1.355 ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο.
1.356 ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,
1.357 ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
1.358 ἔργον ἐποίχεσθαι· μῦθος δʼ ἄνδρεσσι μελήσει
1.359 πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.
1.360 ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·
1.361 παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
1.362 ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
1.363 κλαῖεν ἔπειτʼ Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον
1.364 ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
1.365 μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
1.366 πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
1.367 τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·
1.368 μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν
ἔχοντες,
1.369 νῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺς
1.370 ἔστω, ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
1.371 τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
1.372 ἠῶθεν δʼ ἀγορήνδε καθεζώμεσθα κιόντες
1.373 πάντες, ἵνʼ ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω,
1.374 ἐξιέναι μεγάρων· ἄλλας δʼ ἀλεγύνετε δαῖτας,
1.375 ὑμὰ κτήματʼ ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.
1.376 εἰ δʼ ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
1.377 ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
1.378 κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
1.379 αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι·
1.380 νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
1.381 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι
φύντες
1.382 Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν.
1.383 τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
1.384 Τηλέμαχʼ, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ
1.385 ὑψαγόρην τʼ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν·
1.386 μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων
1.387 ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν.
1.388 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
1.389 Ἀντίνοʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
1.390 καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.
1.391 ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;
1.392 οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶ
1.393 ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.
1.394 ἀλλʼ ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι
1.395 πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί,
1.396 τῶν κέν τις τόδʼ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς·
1.397 αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομʼ ἡμετέροιο
1.398 καὶ δμώων, οὕς μοι ληίσσατο δῖος Ὀδυσσεύς.
1.399 τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·
1.400 Τηλέμαχʼ, ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται,
1.401 ὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν·
1.402 κτήματα δʼ αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις.
1.403 μὴ γὰρ ὅ γʼ ἔλθοι ἀνὴρ ὅς τίς σʼ ἀέκοντα βίηφιν
1.404 κτήματʼ ἀπορραίσει, Ἰθάκης ἔτι ναιετοώσης.
1.405 ἀλλʼ ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι,
1.406 ὁππόθεν οὗτος ἀνήρ, ποίης δʼ ἐξ εὔχεται εἶναι
1.407 γαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα.
1.408 ἠέ τινʼ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο,
1.409 ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδʼ ἱκάνει;
1.410 οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδʼ ὑπέμεινε
1.411 γνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει.
1.412 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
1.413 Εὐρύμαχʼ, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο·
1.414 οὔτʼ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι,
1.415 οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ
1.416 ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.
1.417 ξεῖνος δʼ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν,
1.418 Μέντης δʼ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι
1.419 υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.
1.420 ὣς φάτο Τηλέμαχος, φρεσὶ δʼ ἀθανάτην θεὸν ἔγνω.
1.421 οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
1.422 τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
1.423 τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε·
1.424 δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.
1.425 Τηλέμαχος δʼ, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς
1.426 ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ,
1.427 ἔνθʼ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.
1.428 τῷ δʼ ἄρʼ ἅμʼ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα
1.429 Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο,
1.430 τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν
1.431 πρωθήβην ἔτʼ ἐοῦσαν, ἐεικοσάβοια δʼ ἔδωκεν,
1.432 ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,
1.433 εὐνῇ δʼ οὔ ποτʼ ἔμικτο, χόλον δʼ ἀλέεινε γυναικός·
1.434 ἥ οἱ ἅμʼ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα
1.435 δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα.
1.436 ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο,
1.437 ἕζετο δʼ ἐν λέκτρῳ, μαλακὸν δʼ ἔκδυνε χιτῶνα·
1.438 καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.
1.439 ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,
1.440 πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι
1.441 βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, θύρην δʼ ἐπέρυσσε κορώνῃ
1.442 ἀργυρέῃ, ἐπὶ δὲ κληῖδʼ ἐτάνυσσεν ἱμάντι.
1.443 ἔνθʼ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ,
1.444 βούλευε φρεσὶν ᾗσιν ὁδὸν τὴν πέφραδʼ Ἀθήνη.
Texto grego antigo integral da Odisseia, na edição de A. T. Murray (1919), publicado como fonte original vinculada à tradução brasileira Literunico.
Escolha a arte, confira a disponibilidade e adicione o produto ao carrinho sem sair da experiência.
Adquira Relíquias do Livro como colaboração ao autor e deixe sua marca registrada, criando valor ao item!
Durante a leitura, abra Menu para ajustar a experiência sem sair do capítulo. As preferências de aparência ficam salvas neste aparelho.
Recursos identificados como “em preparo” aparecem para antecipar a evolução do leitor, mas ainda não executam uma ação.